ἀτὰρ γεγένηται;ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά μεφράσαντά σοι χθές;ἄρτι γʼ ἀναμιμνῄσκομαι.οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;μὰ Δί ἐγὼ μὲν οὔ.κάθησο τοίνυν σηπίας μασωμένη.ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.τί δρᾶν; ὑφαίνειν;οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.τίνων;ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλιςἔσται τὸ λοιπόν.κατὰ τί;πολλῶν οὕνεκα.οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶνἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,οὐ συκοφαντεῖν—μηδαμῶς πρὸς τῶν θεῶντουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖνκαὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρεινφροντίδʼ ἐπισταμένηνταῖσι φίλαισιν ἀμύνειν.καινὴ γὰρ ἐπʼ εὐτυχίαισινἔρχεται γλώττης ἐπίνοια πολίτηνδῆμον ἐπαγλαϊοῦσαμυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός.δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.ἀλλὰ πέραινε μόνονμήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,