πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν.πρὸς ταῦτα συστέλλου σεαυτὴνκαὶ περισκοπουμένητἀνθένδε καὶ τἀκεῖσε καὶτἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν·τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸςἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσαςπώγωνας ἐξηρτημένας,μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ.ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶςἐλθοῦσα πρὸς τὸ τειχίονπαραβλέπουσα θατέρῳπάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶνχωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγουἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶςτὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν.ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν,ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,χάλα συναπτοὺς ἡνίας Λακωνικάς,βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲνταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαιεἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα μεἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλινὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοιἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.αὕτη πόθεν ἥκεις Πραξαγόρα;τί δʼ ὦ μέλεσοὶ τοῦθʼ;ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.