ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.τί δῆτʼ ἔδοξεν;ἐπιτρέπειν γε τὴν πόλινταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλειοὔπω γεγενῆσθαι.καὶ δέδοκται;φήμʼ ἐγώ.ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμέναἃ τοῖσιν ἀστοῖς ἔμελεν;οὕτω ταῦτʼ ἔχει.οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίαςἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—τί δρᾶν;κινεῖν ἑαυτάς.ἢν δὲ μὴ δυνώμεθα;ἄριστον οὐ δώσουσι.σὺ δέ γε νὴ Δίαδρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.τὸ πρὸς βίαν δεινότατον.ἀλλʼ εἰ τῇ πόλειτοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.καὶ σύ γʼ ὦ Χρέμης.ἔμβα χώρει.ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;στρέφου σκόπει,φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·ἡμῖν δʼ ἂν αἰσχύνην φέροι