τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικαςδεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίαςλευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳδημηγορήσων, κἀπεχείρησεν λέγεινὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶνἀνεβορβόρυξαν.νοῦν γὰρ εἶχον νὴ Δία.ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲπολλὰ κακά.καὶ τί εἶπε;πρῶτον μέν σʼ ἔφηεἶναι πανοῦργον.καὶ σέ;μή πω τοῦτʼ ἔρῃ.κἄπειτα κλέπτην.ἐμὲ μόνον;καὶ νὴ Δίακαὶ συκοφάντην.ἐμὲ μόνον;καὶ νὴ Δίατωνδὶ τὸ πλῆθος.τίς δὲ τοῦτʼ ἄλλως λέγει;γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸνκαὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφηἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφηἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματαμόνας μόναις, οὐ μαρτύρων ἐναντίον,καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸνδῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,