ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;πόθεν;οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερονἁλεκτρυὼν ἐφθέγγετʼ.οἴμοι δείλαιος.Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλουτὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλουοὕτως ἐν ὥρᾳ ξυνελέγη;τί δʼ ἄλλο γʼ ἢἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίαςγνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέωςπρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,τί δαί με χρῆν δρᾶν;σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷτιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦσαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατοςπαρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν·κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·ὁρᾶτε μέν με δεόμενον σωτηρίαςτετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆςχλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,ἰέναι καθευδήσοντας ἀπονενιμμένουςἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳχειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γεπροσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,