ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μουἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό μεμόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτωνοἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃςδιαρραγέντα μηδὲ βεβαλανωμένον,ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.οὗτος τί ποιεῖς; οὔτι που χέζεις;ἐγώ;οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.ἀτὰρ πόθεν ἥκεις ἐτεόν;ἐξ ἐκκλησίας.ἤδη λέλυται γάρ;νὴ Δίʼ ὄρθριον μὲν οὖν.καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατεγέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.τὸ τριώβολον δῆτʼ ἔλαβες;εἰ γὰρ ὤφελον.ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαιμὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.τὸ δʼ αἴτιον τί;πλεῖστος ἀνθρώπων ὄχλος,ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομενὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶςὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·