οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύρανἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνωτουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμηνγυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθενδράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.εἰπέ μοι,τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι πουΚινησίας σου κατατετίληκέν ποθεν;οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθατὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;οὐκ ἔχω φράσαι.ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυςἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼφρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰςΛακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴκέκληκεν αὐτὴν τῶν φίλων;γνώμην γʼ ἐμήν.οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,