ἀλλʼ ὦ Χαριτιμίδηκαὶ Σμίκυθε καὶ Δράκηςἕπου κατεπείγων,σαυτῷ προσέχων ὅπωςμηδὲν παραχορδιεῖςὧν δεῖ σʼ ἀποδεῖξαι·ὅπως δὲ τὸ σύμβολονλαβόντες ἔπειτα πλησίοικαθεδούμεθʼ, ὡςἂν χειροτονῶμενἅπανθʼ ὁπόσʼ ἂν δέῃτὰς ἡμετέρας φίλας.καίτοι τί λέγω; φίλουςγὰρ χρῆν μʼ ὀνομάζειν.ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεωςἥκοντας, ὅσοι πρὸ τοῦμέν, ἡνίκʼ ἔδει λαβεῖνἐλθόντʼ ὀβολὸν μόνον,καθῆντο λαλοῦντεςἐν τοῖς στεφανώμασιν,νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.ἀλλʼ οὐχί, Μυρωνίδηςὅτʼ ἦρχεν ὁ γεννάδας,οὐδεὶς ἂν ἐτόλματὰ τῆς πόλεως διοικεῖνἀργύριον φέρων·ἀλλʼ ἧκεν ἕκαστοςἐν ἀσκιδίῳ φέρωνπιεῖν ἅμα τʼ ἄρτον αὑτῷκαὶ δύο κρομμύωκαὶ τρεῖς ἂν ἐλάας.νυνὶ δὲ τριώβολονζητοῦσι λαβεῖν, ὅτανπράττωσί τι κοινὸν ὥσ-περ πηλοφοροῦντες.τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳκαὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν