ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.ἐξαγκωνιῶὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶςἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳτὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέονἐξωμισάσαις τὸν ἕτερον βραχίονα.ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίανμέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς,περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γετούτους ἀκριβώσητε περιηρμοσμέναι,καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατεἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαιςἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλοςπρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναιτὸν τῶν ἀγροίκων.εὖ λέγεις· ἡμεῖς δέ γεπροΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαιἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυςγυναῖκας.ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖτοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκναὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴμεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμενἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρὁ θεσμοθέτης, ὃς ἂνμὴ πρῲ πάνυ τοῦ κνέφουςἥκῃ κεκονιμένος,στέργων σκοροδάλμῃβλέπων ὑπότριμμα, μὴδώσειν τὸ τριώβολον.