πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλινμὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθατί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρεςσῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτίατίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;χρήματα πορίζειν εὐπορώτατον γυνή,ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,εὐδαιμονοῦντες τὸν βίον διάξετε.εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεναἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;φήσω παραφρονεῖν αὐτόν.ἀλλὰ τοῦτό γεἴσασι πάντες.ἀλλὰ καὶ μελαγχολᾶν.καὶ τοῦτʼ ἴσασιν.ἀλλὰ καὶ τὰ τρύβλιακακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.τί δʼ ἢν ὑποκρούωσίν σε;προσκινήσομαιἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται