ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίουςτοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂνἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.ἀλλʼ οὐκ ἂν εἶπον.μηδʼ ἐθίζου νῦν λέγειν.τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα,εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν·ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρωνὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεταιΘρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.ὡς ξυνετὸς ἁνήρ.νῦν καλῶς ἐπῄνεσας.ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματαἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλινἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαιςταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.λέγε λέγʼ ὦγαθέ.ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονεςἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄριαβάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμονἁπαξάπασαι, κοὐχὶ μεταπειρωμέναςἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·