ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖςδιερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδωνλέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίανἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖνὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.ὢ νὴ τὸν Ἀπόλλω.παῦε τοίνυν, ὡς ἐγὼἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδατὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶτονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαιτυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέταὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρωτὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένηνἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίανχρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθαοὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριονπονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένωνὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,