κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλινφρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖννὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής,ὅστις τοιούτοις θηρίοις συνείρξομαι.ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθωὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματοςζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδεμολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,αὐτή τέ μοι δέσποινα μακαριωτάτη,ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραιςοἱ γείτονές τε πάντες οἵ τε δημόται,ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖτούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅληνἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.ἐγώ;σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίωνὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.ποῖ ποῖ βαδίζεις;ἐπὶ τὸ δεῖπνον ἔρχομαι.νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ