ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.οἶνος δὲ Χῖός ἐστι περιλελειμμένοςκαὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖςκαὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρωςκαλεῖς γέροντα μειράκιον παιδίσκον; ὡςτὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένονἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγειςτασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένουςμὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.ὦ ὦ ὥρα δή,ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδεκαὶ σὺ κίνει.τοῦτο δρῶ.καὶ τάσδε νῦνλαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.τάχα γὰρ ἔπεισιλοπαδοτεμαχοσελαχογαλεο-κρανιολειψανοδριμυποτριμματο-σιλφιοτυρομελιτοκατακεχυμενο-κιχλεπικοσσυφοφαττοπεριστερα-λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-λειολαγῳοσιραιοβαφητραγα-νοπτερυγών· σὺ δὲ ταῦτʼ ἀκροασάμενος