ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.δευρὶ μὲν οὖν.ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.οὐδὲ μὴν ἐγώ.διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.ἀφέτω νύν μʼ αὑτηί.δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.ἢν ἡδί μʼ ἀφῇ.ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.οὐδὲ μὴν ἐγώ.χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.τιή;ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.σιγῇ βάδιζε δεῦρο.μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶςψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύραςἑλκόμενός εἰμʼ.ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.μὴ πρὸς θεῶν·ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰνβινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,