τὸν ἐμὸν αὐτῆς εἰσάγω.οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχειπαρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶμήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγονἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοιὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέρανμεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμονἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότωνπρότερον καθεύδειν αὐτόν;οἴμοι δείλαιος.πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.βάδιζε δεῦρο.μηδαμῶς με περιίδῃςἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.ἀλλʼ οὐκ ἐγώ,ἀλλʼ ὁ νόμος ἕλκει σʼ.οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τιςἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά μεἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκαὑπὸ τοῦ δέους.θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύοἀξιόχρεως.μή μοι καθίστη.ποῖ σὺ ποῖχωρεῖς μετὰ ταύτης;οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις