κύκλῳ δὲ περὶ σὲ κισσὸςεὐπέταλος ἕλικι θάλλει.ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.ὦ τοξόθʼ ἱκετεύω σε.μή μʼ ἰκετεῦσι σύ.χάλασον τὸν ἧλον.ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.ἔτι μᾶλλο βοῦλις;ἀτταταῖ ἰατταταῖ·κακῶς ἀπόλοιο.σῖγα κακοδαίμων γέρον.πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοισημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοιτὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτιἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖνἐπέλθοιμι καὶτὸν Σκύθην λάθοιμι;κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,κατάνευσον, ἔασον ὡςτὴν γυναῖκά μʼ ἐλθεῖν.ἄνοικτος ὅς μʼ ἔδησε τὸνπολυστονώτατον βροτῶν·μόλις δὲ γραῖαν ἀποφυγὼνσαπρὰν ἀπωλόμην ὅμως.ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασενκόραξι δεῖπνον. ὁρᾷς; οὐχοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδωνκημὸν ἕστηκʼ ἔχουσʼ,ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένηκήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,γαμηλίῳ μὲν οὐ ξὺνπαιῶνι δεσμίῳ δὲγοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς