ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκαὄψει παρεστώς.πῶς λέγεις; αὖθις φράσον.οὐ δεῖ μʼ ἀκούειν;οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;εὖ ἴσθʼ ὅτι.πῶς χωρίς;οὕτω ταῦτα διεκρίθη τότε.αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετοκαὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατοὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.πῶς ἂν οὖνπρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπωςἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.ἰδού.ὁρᾷς τὸ θύριον τοῦτο;νὴ τὸν Ἡρακλέαοἶμαί γε.σίγα νυν.σιωπῶ τὸ θύριον;ἄκουʼ.ἀκούω καὶ σιωπῶ τὸ θύριον;ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει