μέλεα μὲν πέπονθα μέλεος,ὦ τάλας ἐγὼ τάλας,ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδαγόον †φεύγουσαν†αἰαῖ αἰαῖ ἒ ἒ,ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψενἱερόν, ἔνθα γυναῖκες.ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·ὦ κατάρατος ἐγώ·τίς ἐμὸν οὐκ ἐπόψεταιπάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—τὸν βάρβαρον ἐξολέσειεν.οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσεινἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαννέκυσιν ἐπὶ πορείαν.χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέαὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳΕὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,κλάειν ἐλεινῶς.σὲ δʼ ἐπικλάειν ὕστερον.ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.ὦ νὺξ ἱερὰὡς μακρὸν ἵππευμα διώκειςἀστεροειδέα νῶτα διφρεύουσʼαἰθέρος ἱερᾶςτοῦ σεμνοτάτου διʼ Ὀλύμπου;διʼ Ὀλύμπου.τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶνμέρος ἐξέλαχον—μέρος ἐξέλαχον—θανάτου τλήμων;