εἰ δέ τιςπροσδοκᾷ κακῶς ἐρεῖνἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.ἀλλὰ χρῆνὥσπερ ἔργον αὖ τι καινὸνπρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.πρόβαινε ποσὶ τὸν εὐλύρανμέλπουσα καὶ τὴν τοξοφόρονἌρτεμιν ἄνασσαν ἁγνήν.χαῖρʼ ὦ ἑκάεργε,ὄπαζε δὲ νίκην·Ἥραν δὲ τὴν τελείανμέλψωμεν ὥσπερ εἰκός,ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶκλῇδας γάμου φυλάττει.Ἑρμῆν τε νόμιον ἄντομαικαὶ Πᾶνα καὶ Νύμφας φίλαςἐπιγελάσαι προθύμωςταῖς ἡμετέραισιχαρέντα χορείαις.ἔξαιρε δὴ προθύμωςδιπλῆν χάριν χορείας.παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,νηστεύωμεν δὲ πάντως.ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί,τόρευε πᾶσαν ᾠδήν·ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺκισσοφόρε Βάκχειεδέσποτʼ· ἐγὼ δὲ κώμοιςσὲ φιλοχόροισι μέλψω.εὔιον ὦ ΔιόνυσεΒρόμιε καὶ Σεμέλας παῖ,χοροῖς τερπόμενοςκατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις,εὔιον εὔιον εὐοῖἀναχορεύων.ἀμφὶ δὲ σοὶ κτυπεῖταιΚιθαιρώνιος ἠχώ,μελάμφυλλά τʼ ὄρηδάσκια καὶ νάπαι πετρώδεις βρέμονται·