μένʼ ἥσυχος.οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγωνὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶστήσας φύλαττε καὶ προσιέναι μηδέναἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχωνπαῖʼ ἢν προσίῃ τις.νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖςκοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.τί σοι χαρίσωμαι;γυμνὸν ἀποδύσαντά μεκέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴργέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶΠαύσων σέβεται καὶ νηστεύει,πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶνἐς τὰς ὥρας ξυνεπευχόμενοςτοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.ὅρμα χώρει·κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον,χειρὶ σύναπτε χεῖρα,ῥυθμὸν χορείας ὕπαγε πᾶσα·βαῖνε καρπαλίμοιν ποδοῖν.ἐπισκοπεῖν δὲ πανταχῇκυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.ἅμα δὲ καὶγένος Ὀλυμπίων θεῶνμέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.