σίγα.τί δʼ ἔστιν;Ἁγάθων ἐξέρχεται.καὶ ποῖός ἐστιν;οὗτος οὑκκυκλούμενος.ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;ἱερὰν χθονίαις δεξάμεναιλαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳπατρίδι χορεύσασθε βοάν.τίνι δαιμόνων ὁ κῶμος;λέγε νυν. εὐπίστως δὲ τοὐμὸνδαίμονας ἔχει σεβίσαι.ἄγε νυν ὄλβιζε Μοῦσαχρυσέων ῥύτορα τόξωνΦοῖβον, ὃς ἱδρύσατο χώραςγύαλα Σιμουντίδι γᾷ.χαῖρε καλλίστας ἀοιδᾶςΦοῖβʼ ἐν εὐμούσοισι τιμαῖςγέρας ἱερὸν προφέρων.τάν τʼ ἐν ὄρεσι δρυογόνοισικόραν ἀείσατʼἌρτεμιν ἀγροτέραν.ἕπομαι κλῄζουσα σεμνὸνγόνον ὀλβίζουσα ΛατοῦςἌρτεμιν ἀπειρολεχῆ.Λατώ τε κρούματά τʼ Ἀσιάδοςποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίωνδιανεύματα Χαρίτων†.σέβομαι Λατώ τʼ ἄνασσανκίθαρίν τε ματέρʼ ὕμνωνἄρσενι βοᾷ δόκιμον,τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασινἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάρινἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.χαῖρʼ ὄλβιε παῖ Λατοῦς.ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδεςκαὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον