τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦσυγγογγύλας καὶ συστρέψαςτουτὶ τὸ πέος χοανεῦσαι.ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲἈγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖνὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.τί οὖν ἐγὼ δρῶ;περίμενʼ, ὡς ἐξερχεται.ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαιτί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.ποῖόν τι;τῇδε θἠμέρᾳ κριθήσεταιεἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήριαμέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοικἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερονἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.τιὴ τί δή;ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλονἐς Θεσμοφόροιν ἐλθεῖν.τί δράσοντʼ; εἰπέ μοι.ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃλέξονθʼ ὑπὲρ ἐμοῦ.πότερα φανερῶς ἢ λάθρᾳ;λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.