καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένουὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλονἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτοςλαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλουςζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγονἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματαἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματιἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,μίμησις ἤδη ταῦτα συνθηρεύεται.ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖνἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτιἼβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιοςκἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ