τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδραςφάρει καλυπτὸς ὦ ξένη;βιάζομαιγάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένεὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;αὕτη Θεονόη Πρωτέως.μὰ τὼ θεὼεἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·σὺ δʼ εἶ πανοῦργος.ὁπόσα τοι βούλει λέγε.οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲπροδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάραςλαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ μελαβὼν ταχὺ πάνυ.κλαύσετʼ ἄρα νὴ τὼ θεὼὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖςκαὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαιᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;