Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδονλευκῆς νοτίζει μελανοσυρμαῖον λεών.πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμοςΣπάρτη, πατὴρ δὲ Τυνδάρεως.σοί γʼ ὦλεθρεπατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.Ἑλένη δʼ ἐκλήθην.αὖθις αὖ γίγνει γυνή,πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαιςῥοαῖσιν ἔθανον.ὤφελες δὲ καὶ σύ γε.κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσιςοὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.τί οὖν ἔτι ζῶ;τῶν κοράκων πονηρίᾳ.ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳκάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.ποίου Πρωτέως;ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;Αἴγυπτον.ὦ δύστηνος οἷ πεπλώκαμεν.πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέαςἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.