ἀποδείξαιμεν ταῦτα ποιοῦντας.καὶ πρὸς τούτοις γάστριδας ἡμῶνὄντας μᾶλλον καὶ λωποδύταςκαὶ βωμολόχους κἀνδραποδιστάς.καὶ μὲν δήπου καὶ τὰ πατρῷά γεχείρους ἡμῶν εἰσιν σῴζειν·ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦντἀντίον ὁ κανὼν οἱ καλαθίσκοιτὸ σκιάδειον·τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοιςἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼνἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμωνἐν ταῖς στρατιαῖςἔρριπται τὸ σκιάδειον.πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂντοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροιςἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένηντῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλιςτὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένηνλευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινικαὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπωςοὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.πάντως ὑπάρχει μοι γυναικεία στολή.τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίωςἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.