οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτετοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;κοὔπω μέντοι γε πέπαυμαι.ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼἀποδρὰς λέξειςοἷον δράσας διέδυς ἔργον,λήψει δὲ κακόν.τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶνἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσωςἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίουςἐπʼ ἀθέοις ἔργοις·καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπονἐπέχει τύχη.ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸνἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίονμόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρηοἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταταικἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,τουτὶ τεκεῖν φῄς;καὶ δέκα μῆνας αὔτʼ ἐγὼἤνεγκον.ἤνεγκας σύ;