νὴ τὴν Ἄρτεμιν.πρικότυλον ἢ πῶς; εἰπέ μοι.τί μʼ ἠργάσω;ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίοντυννοῦτον ὄν.τυννοῦτο;μικρὸν νὴ Δία.πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.ἀλλʼ ἀπόδος αὐτό.μὰ τὸν Ἀπόλλω τουτονί.ἐμπρήσομεν τοίνυν σε.πάνυ γʼ ἐμπίμπρατε·αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίειὑπέρ γε τούτου.φιλότεκνός τις εἶ φύσει.ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεταιοἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.τί τῆς ἱερείας γίγνεται;τουτί. λαβέ.ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένητοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιοςκἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματαοὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελονπέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρονἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάταςῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται.πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν;τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶνγράφων διαρρίπτοιμι; βέλτιον πολύ.