εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,εἴ τις ἐν τόποις ἑδραῖοςἄλλος αὖ λέληθεν ὤν.πανταχῇ δὲ ῥῖψον ὄμμα,καὶ τὰ τῇδε καὶ τὰ δεῦροπάντʼ ἀνασκόπει καλῶς.ἢν γάρ με λάθῃ δράσας ἀνόσια,δώσει τε δίκην καὶ πρὸς τούτῳτοῖς ἄλλοις ἀνδράσιν ἔσταιπαράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργωνἀθέων τε τρόπων·φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,δείξει τʼ ἤδηπᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμαμηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,†μανίαισ† φλέγων λύσσῃ παράκοπος,†εἴ τι δρῴη†πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼνθεὸς ἀποτίνεται.ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίονἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίωνπληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβαςκαθαιματώσει βωμόν.ὦ τάλαινʼ ἐγώ.γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴνστήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνουτέκνου με περιόψεσθʼ ἀποστερουμένην;ἔα ἔα.ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαινεοχμὸν αὖ τέρας;ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.