ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.τί δὲ μετὰ τοῦτο δεύτερον;προὐπίνομεν.ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.τί οὖν ποιῶ;ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.καὶ ποῦ ʼστιν;αὖθις ἐς τὸ πρόσθεν οἴχεται.οὐκ ἐνγεταυθί.μἀλλὰ δεῦρʼ ἥκει πάλιν.ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτωτὸ πέος διέλκεις πυκνότερον Κορινθίων.ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδουἡμῖν ἐλοιδορεῖτο.κακοδαίμων ἐγώ,εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.ἄγε δὴ τί δρῶμεν;τουτονὶ φυλάττετεκαλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσαςζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαιτὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδακαὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴμὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.