ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;ποῖ τις τρέψεται;ζητητέαι γάρ ἐστε.κακοδαίμων ἐγώ.ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίονἔχουσα;τίτθη νὴ Δίʼ ἐμή.διοίχομαι.αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;ἔασον οὐρῆσαί μʼ.ἀναίσχυντός τις εἶ.σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.πολύν γε χρόνον οὐρεῖς σύ.νὴ Δίʼ ὦ μέλε·στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;εἰπέ μοι,τίς ἔστʼ ἀνήρ σοι;τὸν ἐμὸν ἄνδρα πυνθάνει;τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;τὸν δεῖνα; ποῖον;ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτετὸν δεῖνα τὸν τοῦ δεῖνα—ληρεῖν μοι δοκεῖς.ἀνῆλθες ἤδη δεῦρο πρότερον;νὴ Δίαὁσέτη γε.καὶ τίς σοὐστὶ συσκηνήτρια;ἡ δεῖνʼ ἔμοιγʼ.οἴμοι τάλας, οὐδὲν λέγεις.ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶςἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι