οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.καὶ μὴν ἰδού.καὶ μὴν ἰδού.λαβὲ θοἰμάτιον Φιλίστη.πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—τί δράσεις;τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖνἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγαὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνασκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινααὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδηςκαὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπουλέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν