ὁ τραγῳδοποιός.ποῖος οὗτος Ἁγάθων;ἔστιν τις Ἀγάθων—μῶν ὁ μέλας ὁ καρτερός;οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;μῶν ὁ δασυπώγων;οὐχ ἑόρακας πώποτε;μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεταιθεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·προθυσόμενος ἔοικε τῆς ποιήσεως.εὔφημος πᾶς ἔστω λαός,στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρθίασος Μουσῶν ἔνδον μελάθρωντῶν δεσποσύνων μελοποιῶν.ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,κῦμα δὲ πόντου μὴ κελαδείτωγλαυκόν·βομβάξ.σίγα.τι λέγει;πτηνῶν τε γένη κατακοιμάσθω,θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμωνμὴ λυέσθων.βομβαλοβομβάξ.μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθωνπρόμος ἡμέτερος—μῶν βινεῖσθαι;τίς ὁ φωνήσας;νήνεμος αἰθήρ.δρυόχους τιθέναι δράματος ἀρχάς.κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,καὶ γνωμοτυπεῖ κἀντονομάζεικαὶ κηροχυτεῖ καὶ γογγύλλεικαὶ χοανεύει.καὶ λαικάζει.τίς ἀγροιώτας πελάθει θριγκοῖς;ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ