ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶνοὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζεινἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖςαὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαιταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇγυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσηςπαρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκαςὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακενἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲοὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποιςτῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργοςἡμᾶς ἁπάσας αὖθις αὖ.καὶ νὴ Δίʼ οὐδέπω γεεἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαιἔπειτα σιφωνίζομεν τὸν οἶνον.ἐπιτριβείης.ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαιἔπειτα τὴν γαλῆν φαμεν—τάλαινʼ ἐγώ· φλυαρεῖς.οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—ἐξόλοιο.ἁχαρνικὴ τὸν πατέρα.ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇτοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.