οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθατὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼνμηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον†ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένοντὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴδέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶτέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασενἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιοντῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμινἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;τουτὶ μέντοι θαυμαστόν,ὁπόθεν ηὑρέθη τὸ χρῆμα,χἤτις ἐξέθρεψε χώρατήνδε τὴν θρασεῖαν οὕτω.τάδε γὰρ εἰπεῖν τὴν πανοῦργονκατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶςοὐκ ἂν ᾠόμην ἐν ἡμῖνοὐδὲ τολμῆσαί ποτʼ ἄν.ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·τὴν παροιμίαν δʼ ἐπαινῶτὴν παλαιάν· ὑπὸ λίθῳ γὰρπαντί νου χρὴμὴ δάκῃ ῥητωρ ἀθρεῖν.