ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσινπλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.ἕτερον αὖ τι λῆμα τοῦτοκομψότερον ἔτʼ ἢ τὸ πρότερονἀναπέφηνεν.οἷα κατεστωμύλατοοὐκ ἄκαιρα, φρένας ἔχουσακαὶ πολύπλοκον νόημʼ, οὐδʼἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖντὸν ἄνδραπεριφανῶς δοῦναι δίκην.τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδραΕὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθαβαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρίακακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖνδεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμηνπαρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμωνσποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·