αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖνἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτιἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδιααὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέσταταΛακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύρανποιησαμέναισι δακτύλιον τριωβόλου,νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδηςἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδιαἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω,τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.οὔπω ταύτης ἤκουσαπολυπλοκωτέρας γυναικὸςοὐδὲ δεινότερον λεγούσης.πάντα γὰρ λέγει δίκαια,†πάσας δʼ ἰδέας ἐξήτασεν,πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†ποικίλους λόγους ἀνηῦρενεὖ διεζητημένους·ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴνΞενοκλέης ὁ Καρκίνου, δοκεῖνἂν αὐτόν, ὡς ἐγᾦμαι,πᾶσιν ὑμῖνἄντικρυς μηδὲν λέγειν.ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳπαιδάρια πέντε καταλιπών, ἁγὼ μόλιςστεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶντοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγωτοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,