ἐγώ.περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδηὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼλέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρβαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνονπροπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸΕὐριπίδου τοῦ τῆς λαχανοπωλητρίαςκαὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυεἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίωνὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέωςμὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰτοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃγυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃσκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼκάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεταιἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακαςἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρωνγαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶδέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισινσφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺςτηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺςτρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ