ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίονὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸςπροαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγωνκαὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶςἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίανἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺςεὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.ξυνευχόμεσθα τέλεα μὲνπόλει τέλεα δὲ δήμῳτάδʼ εὔγματα γενέσθαι,τὰ δʼ ἄρισθʼ ὅσαις προσήκεινικᾶν λεγούσαις· ὁπόσαι δʼἐξαπατῶσιν παραβαίνουσί τε τοὺςὅρκους τοὺς νενομισμένουςκερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,ἢ ψηφίσματα καὶ νόμονζητοῦσʼ ἀντιμεθιστάναι,τἀπόρρητά τε τοῖσιν ἐχθροῖςτοῖς ἡμετέροις λέγουσʼ,ἢ Μήδους ἐπάγουσι γῇκερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.ἀλλʼ ὦ παγκρατὲςΖεῦ ταῦτα κυρώσειας, ὥσθʼἡμῖν θεοὺς παραστατεῖνκαίπερ γυναιξὶν οὔσαις.ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδετῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃτῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;