δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖνΘεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷΠλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳτῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαντήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄρισταποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίωντυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαντήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμοντὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτηννικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.δεχόμεθα καὶ θεῶν γένοςλιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖςφανέντας ἐπιχαρῆναι.Ζεῦ μεγαλώνυμε χρυσολύρα τεΔῆλον ὃς ἔχεις ἱεράν,καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπιχρυσόλογχε πόλιν οἰκοῦσαπεριμάχητον, ἐλθὲ δεῦρο.καὶ πολυώνυμε θηροφόνη παῖΛατοῦς χρυσώπιδος ἔρνος,σύ τε πόντιε σεμνὲ Πόσειδονἁλιμέδον προλιπὼνμυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,Νηρέος ἐναλίου τε κόραιΝύμφαι τʼ ὀρείπλαγκτοι.χρυσέα τε φόρμιγξἰαχήσειεν ἐπʼ εὐχαῖςἡμετέραις· τελέως δʼἐκκλησιάσαιμεν Ἀθηναίωνεὐγενεῖς γυναῖκες.εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοιςκαὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοιςκαὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοιςκαὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸντῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεταιΕὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶτῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ