τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.ὑποδημάτων δεῖ.τἀμὰ ταυτὶ λάμβανε.ἆρʼ ἁρμόσει μοι;χαλαρὰ γοῦν χαίρεις φορῶν.σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴτό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματιγυναικιεῖς εὖ καὶ πιθανῶς.πειράσομαι.βάδιζε τοίνυν.μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴὀμόσῃς ἐμοί—τί χρῆμα;συσσώσειν ἐμὲπάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίαςσημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.ἐγὼ δʼ ἄπειμι.δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδωνὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ μεἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελετὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.δέσποινα πολυτίμητε Δήμητερ φίληκαὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοιθύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖνπλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρωνἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.