μυμῦ.τί μύξεις; πάντα πεποίηται καλῶς.οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.βούλει θεᾶσθαι σαυτόν;εἰ δοκεῖ, φέρε.ὁρᾷς σεαυτόν;οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†θάρρει.τί θαρρῶ καταπεπυρπολημένος;ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρἀποπεπόνηκας.φῦ ἰοὺ τῆς ἀσβόλου.αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶκαὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.τί οὖν λάβω;ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.ἰδού.ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.κεκρυφάλου δεῖ καὶ μίτρας.ἡδὶ μὲν οὖνκεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.ἆρʼ ἁρμόσει μοι;νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.φέρʼ ἔγκυκλον·