δοκῶν γυναικῶν ἔργα νυκτερείσιακλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.τί οὖν; ποιήσεις ταῦτα;μὴ δόκει γε σύ.ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.πῶς οὖν ποιήσω δῆτα;τοῦτον μὲν μακρὰκλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,ἀπόδυθι τουτὶ θοἰμάτιον.καὶ δὴ χαμαί.ἀτὰρ τί μέλλεις δρᾶν μʼ;ἀποξυρεῖν ταδί,τὰ κάτω δʼ ἀφεύειν.ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,χρῆσόν τί νυν ἡμῖν ξυρόν.αὐτὸς λάμβανεἐντεῦθεν ἐκ τῆς ξυροδόκης.γενναῖος εἶ.κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.ὤμοι.τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,ἢν μὴ σιωπᾷς.ἀτταταῖ ἰατταταῖ.οὗτος σὺ ποῖ θεῖς;ἐς τὸ τῶν σεμνῶν θεῶν·οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶτεμνόμενος.οὔκουν καταγέλαστος δῆτʼ ἔσειτὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;ὀλίγον μέλει μοι.μηδαμῶς πρὸς τῶν θεῶνπροδῷς με· χώρει δεῦρο.κακοδαίμων ἐγώ.ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;