ἐμαυτὸν ἐθεράπευσα.πῶς πρὸς τῶν θεῶν;παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦνὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.λέγε.Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖπολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένοςἱκέτης ἀφῖγμαι πρὸς σέ.τοῦ χρείαν ἔχων;μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμεροντοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένοςγυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.Εὐριπίδη—τί ἔστιν;ἐποίησάς ποτε,χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;ἔγωγε.μή νυν ἐλπίσῃς τὸ σὸν κακὸνἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασινφέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶοὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;κάκιον ἀπολοίμην ἂν ἢ σύ.πῶς;ὅπως;