ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσινἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοικαθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοιἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθουτὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.ναῖκι ναὶκάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷνἤδη βαδίζειν.οὐκὶ πιλῆσι πρῶτά με;πάνυ γε· φίλησον αὐτόν.ὂ ὂ ὂ παπαπαπαῖ,ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.τί οὐ κατεύδει παρʼ ἐμέ;χαῖρε τοξότα,οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.ναὶ ναὶ γρᾴδιο.ἐμοὶ κάρισο σὺ τοῦτο.δώσεις οὖν δραχμήν;ναὶ ναῖκι δῶσι.τἀργύριον τοίνυν φέρε.ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.ἔπειτα † κομίζεις αὐτοῖς.†ἀκολούτι τέκνον.