καὶ μὴν ποιήσω τοῦτο.τὸ κεπαλή σʼ ἄρατὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰμάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰτούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;Παλλάδα τὴν φιλόχορον ἐμοὶδεῦρο καλεῖν νόμος ἐς χορόν,παρθένον ἄζυγα κούρην,ἣ πόλιν ἡμετέραν ἔχεικαὶ κράτος φανερὸν μόνηκλῃδοῦχός τε καλεῖται.φάνηθʼ ὦ τυράννουςστυγοῦσʼ ὥσπερ εἰκός.δῆμός τοί σε καλεῖ γυναικῶν·ἔχουσα δέ μοι μόλοιςεἰρήνην φιλέορτον.ἥκετʼ εὔφρονες ἵλαοι,πότνιαι, ἄλσος ἐς ὑμέτερον,οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶνὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσιφαίνετον ἄμβροτον ὄψιν.μόλετον ἔλθετον, ἀντόμεθʼ ὦΘεσμοφόρω πολυποτνία,εἰ καὶ πρότερόν ποτʼ ἐπηκόωἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομενἐνθάδε χἠμῖν.γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνονσπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰκακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτεκακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,