σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.ὄνομα δέ σοι τί ἔστιν;Ἀρτεμισία.μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶςὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖςὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότηνἥκοντα καταλαβεῖν.ἐγὼ δὴ τοῦτο δρῶ.ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.Ἀρταμουξία.διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.οἴμοι,τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;ναὶ ναῖκι. εἶδες αὐτό;ταύτῃ γʼ οἴχεταιαὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.κροκῶτʼ ἔκοντο τὴ γέροντο;φήμʼ ἐγώ.ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;Ἀρταμουξία.ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιντῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.ἀλλὰ πέπαισται μετρίως ἡμῖν·ὥσθʼ ὥρα δή ʼστι βαδίζεινοἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼἡμῖν ἀγαθὴντούτων χάριν ἀνταποδοίτην.