ἔτι γὰρ γρύζεις;ἔτι γὰρ γρύζεις;λαβὲ τὴ μιαρά.λαβὲ τὴ μιαρά.λάλο καὶ κατάρατο γύναικο.ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθαταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέροςτέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερονΠερσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνοςκάρα κομίζων.τί λέγι; τὴ Γόργος πέριτὸ γραμματέο σὺ τὴ κεπαλή;τὴν Γοργόνοςἔγωγε φημί.Γόργο τοι κἀγὼ λέγι.ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένονθεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,λῦσόν με δεσμῶν.οὐκὶ μὶ λαλῆσι σύ;κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρωνκαὶ κλέπτο καὶ πανοῦργο.ληρεῖς ὦ Σκύθα.αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματαἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρηςταύτης ἔρως εἴληφεν.οὐ ζηλῶσί σε·ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθαπεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.μαστιγῶ σʼ ἄρα.