λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶἐπερήσομαί τι μικρόν.ὅ τι βούλει γε σύ.τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίωνἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτιπάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλανἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;νὴ τὼ θεώ·ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλοντουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶδοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνωἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομενἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,ἀφεκτέʼ ἐστὶ—τοῦ; φράσον.ποιήσετʼ οὖν;ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;αὗται τί μοιμυᾶτε κἀνανεύετε;τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γεἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.